TLG 1969 003 :: PHILINUS :: Fragmenta PHILINUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 17–19. Frr. 1–4 Citation: Fragment — (line) | ||
1a(t) | BELLUM PUNICUM PRIMUM. | |
1 | Polybius I, 14 (de bello Punico I): Οὐχ ἧττον δὲ τῶν προειρημένων παρωξύνθην ἐπιστῆσαι τούτῳ τῷ πολέμῳ, καὶ διὰ τὸ τοὺς ἐμπειρότατα δοκοῦντας γρά‐ φειν ὑπὲρ αὐτοῦ, Φιλῖνον καὶ Φάβιον, μὴ δεόντως ἡμῖν | |
---|---|---|
5 | ἀπηγγελκέναι τὴν ἀλήθειαν. Ἑκόντας μὲν οὖν ἐψεῦ‐ σθαι τοὺς ἄνδρας οὐχ ὑπολαμβάνω, στοχαζόμενος ἐκ τοῦ βίου καὶ τῆς αἱρέσεως αὐτῶν· δοκοῦσι δέ μοι πε‐ πονθέναι τι παραπλήσιον τοῖς ἐρῶσι. Διὰ γὰρ τὴν αἵρεσιν καὶ τὴν ὅλην εὔνοιαν, Φιλίνῳ μὲν πάντα δοκοῦ‐ | |
10 | σιν οἱ Καρχηδόνιοι πεπρᾶχθαι φρονίμως, καλῶς, ἀν‐ δρωδῶς, οἱ δὲ Ῥωμαῖοι τἀναντία· Φαβίῳ δὲ τοὔμ‐ παλιν τούτων. | |
t1b-2 | E LIBRO SECUNDO. | |
1b | Idem I, 15: Ὁ Φιλῖνος, ἀρχόμενος ἅμα τῶν πραγμάτων καὶ τῆς δευτέρας βίβλου, φησὶ προσκαθῆ‐ σθαι τῇ Μεσσήνῃ πολεμοῦντας τούς τε Καρχηδονίους καὶ τοὺς Συρακουσίους· παραγενομένους δὲ τοὺς Ῥω‐ | |
5 | μαίους κατὰ θάλατταν εἰς τὴν πόλιν, εὐθὺς ἐξελθεῖν ἐπὶ τοὺς Συρακουσίους· λαβόντας δὲ πολλὰς πληγὰς ἐπαν‐ ελθεῖν ἐς τὴν Μεσσήνην· αὖθις δὲ ἐπὶ τοὺς Καρχηδο‐ νίους ἐκπορευθέντας, οὐ μόνον πληγὰς λαβεῖν, ἀλλὰ καὶ ζωγρείᾳ τῶν στρατιωτῶν ἱκανοὺς ἀποβαλεῖν. Ταῦτα | |
10 | δ’ εἰπὼν, τὸν μὲν Ἱέρωνά φησι μετὰ τὴν γενομένην συμπλοκὴν οὕτως ἔξω γενέσθαι τοῦ φρονεῖν, ὥστε μὴ μόνον παραχρῆμα τὸν χάρακα καὶ τὰς σκηνὰς ἐμπρή‐ σαντα φυγεῖν νυκτὸς εἰς τὰς Συρακούσας, ἀλλὰ καὶ τὰ φρούρια πάντα καταλιπεῖν τὰ κείμενα κατὰ τῆς τῶν | |
15 | Μεσσηνίων χώρας· ὁμοίως δὲ καὶ τοὺς Καρχηδονίους μετὰ τὴν μάχην εὐθέως ἐκλιπόντας τὸν χάρακα, διε‐ λεῖν σφᾶς εἰς τὰς πόλεις, τῶν δ’ ὑπαίθρων οὐδ’ ἀντι‐ ποιεῖσθαι τολμᾶν ἔτι· διὸ καὶ συνθεωρήσαντας τοὺς ἡγουμένους αὐτῶν ἀποδεδειλιακότας τοὺς ὄχλους, βου‐ | |
20 | λεύσασθαι μὴ κρίνειν διὰ μάχης τὰ πράγματα· τοὺς δὲ Ῥωμαίους, ἑπομένους αὐτοῖς, οὐ μόνον τὴν χώραν πορθεῖν τῶν Καρχηδονίων καὶ Συρακουσίων, ἀλλὰ καὶ τὰς Συρακούσας αὐτὰς προσκαθίσαντας ἐπιβάλλεσθαι | |
πολιορκεῖν. Ταῦτα δ’, ὡς ἐμοὶ δοκεῖ, τῆς πάσης ἐστὶν | 17 | |
25 | ἀλογίας πλήρη, καὶ διαστολῆς οὐ προσδεῖται τὸ παρά‐ παν. Οὓς μὲν γὰρ πολιορκοῦντας τὴν Μεσσήνην καὶ νικῶντας ἐν ταῖς συμπλοκαῖς ὑπέθετο, τούτους φεύγον‐ τας καὶ τῶν ὑπαίθρων ἐκχωροῦντας καὶ τέλος πολιορ‐ κουμένους καὶ ταῖς ψυχαῖς ἀποδεδειλιακότας ἀπέφηνεν· | |
30 | οὓς δὲ ἡττωμένους καὶ πολιορκουμένους ὑπεστήσατο, τούτους διώκοντας καὶ παραχρῆμα κρατοῦντας τῶν ὑπαίθρων, καὶ τέλος πολιορκοῦντας τὰς Συρακούσας ἀπέδειξε. Ταῦτα δὲ συνᾴδειν ἀλλήλοις οὐδαμῶς δύ‐ ναται. Πῶς γάρ; ἀλλ’ ἀναγκαῖον, ἢ τὰς ὑποθέσεις | |
35 | εἶναι τὰς πρώτας ψευδεῖς, ἢ τὰς ὑπὲρ τῶν συμβαινόν‐ των ἀποφάσεις. Εἰσὶ δ’ αὗται μὲν ἀληθεῖς. Καὶ γὰρ ἐξεχώρησαν οἱ Καρχηδόνιοι καὶ Συρακούσιοι τῶν ὑπαί‐ θρων καὶ τὰς Συρακούσας ἐπολέμουν οἱ Ῥωμαῖοι κατὰ πόδας· ὡς δ’ οὗτος φησὶ, καὶ τὴν Ἐχέτλαν, ἐν μέσῃ | |
40 | κειμένην τῇ τῶν Συρακουσίων καὶ Καρχηδονίων ἐπαρ‐ χίᾳ. Λοιπὸν ἀνάγκη συγχωρεῖν, τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις εἶναι ψευδεῖς· καὶ, νικώντων εὐθέως τῶν Ῥωμαίων ἐν ταῖς περὶ τὴν Μεσσήνην συμπλοκαῖς, ἡτ‐ τημένους αὐτοὺς ἡμῖν ὑπὸ τοῦ συγγραφέως ἀπηγγέλθαι. | |
45 | Φιλῖνον μὲν οὖν παρ’ ὅλην ἄν τις τὴν πραγματείαν εὕροι τοιοῦτον ὄντα· παραπλησίως δὲ καὶ Φάβιον, ὡς ἐπ’ αὐτῶν δειχθήσεται τῶν καιρῶν. | |
2 | Polybius III, 26: Τούτων δὴ τοιούτων ὑπαρχόν‐ των, καὶ τηρουμένων τῶν συνθηκῶν ἔτι νῦν ἐν χαλκώ‐ μασι παρὰ τὸν Δία τὸν Καπιτώλιον ἐν τῷ τῶν ἀγορα‐ νόμων ταμιείῳ· τίς οὐκ ἂν εἰκότως θαυμάσειε Φιλίνου | |
5 | τοῦ συγγραφέως, οὐ διότι ταῦτ’ ἠγνόει (τοῦτο μὲν γὰρ οὐ θαυμαστόν· ἐπεὶ καθ’ ἡμᾶς ἔτι καὶ Ῥωμαίων καὶ Καρχηδονίων οἱ πρεσβύτατοι καὶ μάλιστα δοκοῦντες περὶ τὰ κοινὰ σπουδάζειν ἠγνόουν)· ἀλλὰ, πόθεν ἢ πῶς ἐθάρρησε γράψαι τἀναντία τούτοις· διότι Ῥωμαίοις | |
10 | καὶ Καρχηδονίοις ὑπάρχοιεν συνθῆκαι, καθ’ ἃς ἔδει Ῥωμαίους μὲν ἀπέχεσθαι Σικελίας ἁπάσης, Καρχη‐ δονίους δ’ Ἰταλίας· καὶ διότι ὑπερέβαινον Ῥωμαῖοι τὰς συνθήκας καὶ τοὺς ὅρκους, ἐπεὶ ἐποιήσαντο τὴν πρώτην εἰς Σικελίαν διάβασιν· μήτε γεγονότος, μήθ’ | |
15 | ὑπάρχοντος τὸ παράπαν ἐγγράφου τοιούτου μηδενός. Ταῦτα γὰρ ἐν τῇ δευτέρᾳ λέγει βίβλῳ διαρρήδην. Περὶ ὧν ἡμεῖς ἐν τῇ παρασκευῇ τῆς ἰδίας πραγματείας μνη‐ σθέντες, εἰς τοῦτον ὑπερεθέμεθα τὸν καιρὸν κατὰ μέρος περὶ αὐτῶν ἐξεργάσασθαι, διὰ τὸ καὶ πλείους διεψεῦ‐ | |
20 | σθαι τῆς ἀληθείας ἐν τούτοις, πιστεύσαντας τῇ Φιλίνου γραφῇ. Οὐ μὴν ἀλλ’ εἰ κατὰ τοῦτό τις ἐπιλαμβάνε‐ ται Ῥωμαίων περὶ τῆς εἰς Σικελίαν διαβάσεως, ὅτι καθόλου Μαμερτίνους προσέλαβον εἰς τὴν φιλίαν, καὶ μετὰ ταῦτα δεομένοις ἐβοήθησαν, οἵτινες οὐ μόνον τὴν | |
25 | Μεσσηνίων πόλιν, ἀλλὰ καὶ τὴν Ῥηγίνων παρεσπόν‐ δησαν, εἰκότως ἂν δόξειε δυσαρεστεῖν. Εἰ δὲ παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας ὑπολαμβάνει τις αὐτοὺς πεποιῆσθαι τὴν διάβασιν, ἀγνοεῖ προφανῶς. | |
3a | Diodor. XXIII, 8: Ὅτι Ἄννων ὁ πρεσβύτερος ἐκ τῆς Λιβύης κατὰ τὴν πολιορ‐ κίαν Ἀκράγαντος ἐπέρασε μεγάλην δύναμιν ἐν Σικελίᾳ, πεζῶν μυριάδας πέντε, ἱππεῖς δὲ ἑξακισχιλίους, ἐλέφαν‐ | |
5 | τας δὲ ἑξήκοντα. Φιλῖνος δὲ ὁ Ἀκραγαντῖνος ἱστορικὸς ἀνεγράψατο. Ὁ δὲ οὖν Ἄννων ἀναζεύξας μετὰ πάσης τῆς δυνάμεως ἐκ τοῦ Λιλυβαίου, παρῆλθεν εἰς τὴν Ἡρά‐ κλειαν, καθ’ ὃν καιρὸν ἦλθόν τινες ἀπαγγέλλοντες τὸν Ἔρβησσον παραδώσειν. Ἄννων δὲ πολεμήσας ἐν δυσὶ μά‐ | 18 |
10 | χαις ἀπέβαλε στρατιώτας πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς διακοσίους, ζωγρίας δὲ τετρακισχιλίους· ἐλέφαντας ὀκτὼ θανεῖν, τριάκοντα τρεῖς δὲ κατατραυματισθῆναι. | |
3b | Idem XXIII, 17: Φί‐ λιστος δὲ ἱστορικὸς ἦν. | |
4 | Diodor. XXIV, 11: Λυτάτιος δὲ ὁ ὕπατος ναυσὶ μακραῖς τριακοσίαις καὶ πλοίοις καὶ πορείοις ἑπτακοσίοις ὁμοῦ χιλίοις εἰς Σι‐ κελίαν ἔπλευσε, καὶ εἰς τὸ Ἐρυκίνων ἐμπόριον καθωρ‐ | |
5 | μίσθη. Ἄννων δὲ καὶ αὐτὸς ἐκ Καρχηδόνος ναυσὶ διακοσίαις πεντήκοντα μακραῖς καὶ τοῖς φορτηγοῖς εἰς τὴν νῆσον τὴν Ἱέραν ἦλθεν. Εἶτα δὲ ἐξ αὐτῆς πρὸς τὸν Ἔρυκα ἐρχόμενος, καὶ τῶν Ῥωμαίων ὑπαντησάν‐ των, παρ’ ἀμφοτέρων πόλεμος ἐγένετο μέγας. Κατὰ | |
10 | δὲ τοῦτον τὸν πόλεμον ἀπέβαλον Καρχηδόνιοι ναῦς ἑκατὸν ἑπτακαίδεκα, αὐτάνδρους μὲν τούτων εἴκοσι, * Ῥωμαῖοι δὲ ὀγδοήκοντα, τριάκοντα μὲν εἰς τέλος, πεν‐ τήκοντα δὲ εἰς ἐπιμερισμὸν *, αἰχμαλώτους δὲ, ὡς Φι‐ λῖνος ἀνέγραψε, Καρχηδονίων ἑξακισχιλίους, ὡς δὲ | |
15 | ἕτεροι, τετρακισχιλίους τεσσαράκοντα. Αἱ δὲ ἄλλαι νῆες, πνεύματος ἐπιπνεύσαντος οὐρίου, εἰς Καρχηδόνα | |
ἔφυγον. | 19 |